Τράπεζα Ι. Μ. Ξενοφώντος

Added: December 30, 2009 (over 5 years ago) share on facebookshare on twitter

Duration (3:06) Views: 4,112 by mycrossroad Category: Travel

Likes: 1

Go to Youtube


Video Description

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτὴς καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρεσβεῦε Χριστῷ τῷ Θεῷ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ ἅγιε εὐλόγησον.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἑρμηνεία εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον τῆς Κυριακῆς πρὸ τῆς Χριστοῦ γεννήσεως. Εὐλόγησον πάτερ.

Δι' εὐχῶν τοῦ Πατρὸς ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Εἰς τὴν εὐαγγελικὴν γενεαλογίαν οἱ προπάτορες τοῦ Χριστοῦ αναβαίνωσιν ἕως τοῦ Θεοῦ καὶ καταβαίνωσιν ἕως αὐτοϋ τοϋ ἐπὶ γῆς ἐνανθρωπήσαντος Ἰησοῦ Χριστοῦ...

Δι' εὐχῶν τοῦ ἁγίου Πατρὸς ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Εἰς τάς πολλὰς πρεσβείαις τῆς ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος· τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν.

ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ')

Δόξα Πατρὶ...

http://www.analogion.com/forum/showpost.php?p=67490&postcount=1

show Comments


Site generated in 0.14s
Send me a message from the ps3! PSN: PSYoutube
see our privacy policy